Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

310. κατὰ μόθον] γράφεται “κακὸν θεόν” οἷον κακὸν ἐπίκουρον. [*](B=)§. Τρῶες οὐ μενέουσιν, ἀλλʼ ὀξυλαβείας χρεία πρὸς τὸ σῶσαι αὐτούς.

[*](B=)

312. *ὀρόθυνον ἐναύλους] τοὺς χειμά〈ρ〉ρους, τὰς στενὰς διώρυχας.

314. φίτρων καὶ λάων] πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρα- κείμενα κατασπᾶν φυτὰ καὶ τοὺς παρατυγχάνοντας λίθους.

315. * μέμονεν] διανοεῖται.

[*](B =)

316. οὔτε βίην χραισμησέμεν] δαιμονίως κατείλοχε πάντα οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρ〈ε〉ίας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.

[*](A +)

317. τὰ τεύχεα καλά] μετάθεσις ἄρθρου, ὡς “τὸν Χρύσην ἠτίμησ᾿ ἀρητῆρα” (Il. 1. 11).

[*](B=)

* νειόθι] πρὸς τῷ κατωτάτω τῆς θαλάσσης.

[*](A+)

318. *ἰλῦος] μέτρου χάρι ἐκτέταται τὸ υ.

[*](A =)

319. εἰλύσω ψαμάθοισιν] ἐὰν μὲν διὰ τοῦ ει “εἰλύσω,” δηλοῖ τὸ εἰλήσω, ἐὰν δὲ διὰ τοῦ ι, σκεπάσω ἀφανίσω παρὰ τὴν ἰλύν, ὡσεὶ ἔλεγε ‘τῇ ἰλύι καλύψω.ʼ διχῶς οὖν ἡ γραφή.

[*](A=)

χέραδος] τὸ “χέραδος” οὐδέτερον, προπαροξυτόνως, ὡς κίναδος· καὶ Πίνδαρος δὲ (cf. Pyth. VI 13) τὴν δοτικὴν ἐξήνεγκε “χεράδει,” ὡς μεγέθει· ἅπαξ δὲ εἴρηται παρʼ Ὁμήρῳ.

[*](AB-)

ἄλλως: χέραδος] τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασσίων ψήφων, ἢ τῶν εἰς χερμάδια ἐπιτηδείων λίθων, ἢ πᾶσαν συρρέουσαν ἀκα- θαρσίαν ἐκ τῶν ὑδάτων κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ “πολὺν δʼ ὀρυμαγδὸν ἐπῆρε φιτρῶν” (313).

[*](A + B=)

320. ἐπιστήσονται] δυνήσονται· “ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16. 142).

[*](AB=)

321. ἄσιν] τὸν ἐν ὕδασι 〈συρφετὸν〉 ξηρόν, ἀπὸ τῆς ἄζης· οἳ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα ἤκουσαν (Il. 2. 461).

[*](AB+)

323. τυμβοχοῆσʼ] ἀπαρέμφατον ῥῆμα τὸ “τυμβοχοῆσαι·” ὃ δὲ λέγει ‘οὐκ ἔσται αὺτῷ χρεία χώσεως τάφου·’ ὁ δὲ Κράτης ὡς οἰνοχόης.

[*](B=)

325. μορμύρων] ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορμώ. ἔστι [*](7. κατείλοχε Bekker: -ηχε ‖ 13. ἐκτέταται A: τέταται ‖ 17. κίναδος W; κίναιδος ‖ 20. ψηφίδων B ‖ 21. χερμάδια Dindorf in Thesauro: χερμαδίας ut B ‖ 22. ὄχου scripsi: στίχου ‖ 23, 24. ὅρινε φ. codd. iadis 27. supplevi ex B ‖ καὶ ante ξ. add. B)

355
δὲ ἀπαραμίλλητα ταῦτα τοῦ Ὁμήρου· οὐ γὰρ μόνον τῇ μεγαληγορίᾳ τῶν ὀνομάτων ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται· ἔστι δὲ ἰδεῖν κῦμα με- τέωρον αἵματι καὶ ἀφρῷ μεμιγμένον, καὶ τούτῳ ἐπιπλέοντα τὰ σώματα.

327. κατὰ δʼ ἥρεε] καθῄρει, κατέβαλλεν. §. δασυντέον δὲ τὸ [*](A=B+) “ἥρεε,” 〈ἵν᾿〉 ᾖ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ δασυνόμενον δηλοῖ τὸ καταλαμβάνω.

328. Ἥρη δὲ μέγʼ ἄυσε] κατὰ συλλογισμὸν ἐνέφηνε τὸν κίν- δυνον· οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ.

329. * ἀποέρσειε] Κυπρίων ἡ λέξις.

[*](A=)

331. ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος] εἰς τὸ “τέκος” ἡ στιγμή· [*](AB-) τὸ δὲ ἑξῆς ‘αὐτὰρ ἐγὼ εἴσομαι ζεφύροιο καὶ νότοιο χαλεπὴν ὄρσουσα θύελλαν ἐξ ἁλόθε.’

κυλλοπόδιον] προπαροξυτόνως. §. λέγει ‘εἰ καὶ κυλλοποδίων εἶ, [*](A+ B=) ὅμως ὄρσεοʼ §. διδασκαλία δὲ στρατηγικῶν· εὐμήχανον 〈γὰρ〉 εἶναι 〈δεῖ〉 καὶ συνορᾶν ταχέως δύνασθαι τίνα καὶ ποῖα τίσι καὶ [*](B-) ποίοις μάχεται, καὶ τίνων ἀφεκτέον, καὶ τίσι πολεμητέον. νῦν γὰρ ἀντίπαλον Σκαμάνδρῳ πέμπει τὸν υἱόν· ἑξῆς δὲ Ἑρμῆς ἀπολέγει τῇ Λητοῖ (498) καὶ Ἀπολλων Ποσειδῶνι (467).

*κυλλοπόδιον] ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον.

[*](A+)

332. *ἠίσκομεν] 〈εἰκότως〉 νομίζομεν, ὅτι ὕδωρ πυρὶ ἐναντίον.

[*](B=)

333. * πιφαύσκεο] ἐνδείκνυε, ἐξύφαπτε.

[*](B=)

334. ζεφύροιο] ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως ἣν [*](B=) ζόφον καλεῖ.

ἀργεστὴν τὸν νότον, ἐπεὶ ἀπὸ Ἄργους εἰς τὴν Τροίαν πνεῖ.

“χαλεπὴν θύελλαν” φησὶ τὴν ἐκ β΄ κεκραμένην ἀνέμων.

335. *εἴσομαι] πορεύ〈σ〉ομαι.