Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

283. ἔναυλος] χειμάρρους διὰ στενοῦ 〈τόπου〉 καὶ περιμήκους ποιούμενος τὴν ῥύσιν.

[*](=)

284. τῷ δὲ μάλʼ ὦκα] ἔδει γὰρ πολλοῦ τάχους εἰς τὸ ἀνακτή- σασθαι τὸν οὕτως ἠθυμηκότα· διὸ δύο θεοὶ προσίασιν, καὶ οὐ μόνον διαλέγονται, ἀλλὰ καὶ τῆς δεξιᾶς πίστιν παρέχουσιν.

[*](B+)

286. χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσ〈σ〉ιν] διὰ τῆς δεξιᾶς πίστιν ἐποιήσαντο.

[*](B=)

288. μήτʼ ἄρ τι λίην τρέε μηδέ τι τάρβει] ἱκαναὶ αἱ προσθῆκαι ὑπὲρ τοῦ θαρρῆσαι Ἀχιλλέα, ὅτι θεοί τε εἰσὶν οἱ συμμαχοῦντες καὶ Ζεὺς ὁ ἐπινεύσας καὶ τὸ μοιρίδιον οὔπω ἐληλυθός· πρὸς δὲ τοὺς ζητοῦντας, πῶς διαλέγονται μὲν αὐτῷ οἱ θεοί, οὐκ ἐπιβοηθοῦσι δέ, ῥητέον ὅτι ἕτερος ἦν ὁ ἀντιτεταγμένος τῷ Σκαμάνδρῳ (213).

[*](B-)

*τρέε] ὑποχώρει.

289. ἐπιτάρροθοι] πλεονάζει ὁ ταρ, ὡς ἐν τῷ ἀταρτηρός.

290. ἐγὼ καὶ Παλλὰς Ἀθήνη] ἡμάρτηται, ὅτι τὸ ἑαυτοῦ ὄνομα οὐ προσέθηκεν. §. κατὰ τὸ σιωπώμενον δὲ ἴσως ἐκελεύσθησαν.

[*](1. ὤφελ᾿ ‖ 8. φθαρείη B, διαφθαρείη ‖ 10. fr. editoribus ignotum ‖ 11, 19. supplevi ex B ‖ 12. τὸ ἔρσαι W ex Et. M. p. 377, 46: τὴν ἔρσαν ‖ 22. δέ post διὸ om. W ‖ πάρεισιν B ‖ 28. μ. οὕτως B)
353

292. λωφήσει] κοπ〈ι〉άσει· κυρίως δὲ ἐπὶ τῶν ὑποζυγίων.

293. αἴ κε πίθηαι] οὐ πάνυ οἰκεῖόν φησιν αὐτὸ ὁ Πῖος· διὰ τί [*](B=) γὰρ ἤμελλε μὴ πεισθήσεσθαι καὶ θεοῖς καὶ τὰ κεχαρισμένα συμ- βουλεύουσιν: τάχα οὖν πρὸς τὰ ἑξῆς ἐστι “σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν” (296, 7). ὁρῶσι γὰρ αὐτὸν ἐπιτεταμένως ἔχοντα πρὸς τὸν φόνον τῶν πολεμίων καὶ δυσκόλως ἀφεξόμενον τῆς σφαγῆς, κἂν Εκτορος κρατήσῃ.

294. μὴ πρὶν παύειν χεῖρας] ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ [*](AB=) γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ ἐστιν.

295. Ἰλιόφιν] συνήθης καὶ Θηβαίοις ὁ σχηματισμός.

296. ὅς κε φύγῃσι] ἀντὶ τοῦ ‘ὃς ἂν φύγῃ.’ καὶ T “Ἕκτορι” ἀντὶ [*](A+) τοῦ Ἕκτορος.

ὅς κε φύγῃσι] στικτέον εἰς τὸ “φύγῃσι·” τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης [*](AB=) ἀρχῆς, τοῦ ἀπαρεμφάτου ἀντὶ προστακτικοῦ κειμένου.

298. * τὼ μὲν ἄρʼ ὣς εἰπόντε] συλληπτικόν.

299. αὐτὰρ ὃ βῇ] τὸ ἑξῆς “αὐτὰρ ὁ βῆ ἐς πεδίον·’ τὰ δὲ ἄλλα [*](AB=) διὰ μέσου εἴρηται.

ἄλλως: αὐτὰρ ὃ βῆ] ὑπεκκαύματα δέδωκε τῇ ἀπαγγελίᾳ, τὸν [*](B=) μὲν ὑπὸ θεῶν ῥώσας, τὸν δὲ Σκάμανδρον μᾶλλον προσεπιτιθέμενον καὶ προσεταιριζόμενον κατʼ αὐτοῦ 〈εἰπών〉.

301. δαὶ κταμένων] ἄμεινον κατὰ διάστασιν ἀναγινώσκειν τὸ [*](A + B=) “δαὶ κταμένων,” ὡς τὸ “Ἄρηι κταμένῳ” (Il. 22. 72).

302. πλῶον καὶ νέκυες] ἀλλὰ τριταῖοι πλέουσιν. ἢ οὖν ὑπὸ ὀργῆς [*]() ἐπῆρε κατὰ τοῦ Ἀχιλλέως τὰ σώματα, ἢ ‘ἐν τῇ μάχῃ ἀπολομένων.’

303. * πρὸς ῥόον ἀίσσοντος ἀνʼ ἰθύν] ἀνὰ τὴν φορὰν τοῦ ὕδατος [*](B=) ὁρμῶντος.

305. ἔληγεν] ἔπαυεν, ὡς τὸ “Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεί” (Il. 13. 424).

306. κόρυσ〈σ〉ε] ἐμετεώριζεν ἢ ὥπλιζε κατὰ Ἀχιλλέως.

[*](B=)

307. ὑψόσʼ ἀειρόμενος] μετεωριζόμενος· “ἵστατ’ ἀειρομένη” (Il. 2. 151).

308. φίλε κασίγνητε] καὶ ἀδελφὸν παρακαλεῖ καὶ κατὰ ἀνθρώπου [*](B=) καὶ ὑπὲρ φιλουμένης πόλεως.

[*](1. suppl. W ‖ δἐ post κοπ. omisi ‖ 6. ἀφεξόμενον B: ἀφέξεσθαι ‖ 10. Θηβαίοις Bekker: Θηβαῖος ‖ 11. φύγοι in lemmate ‖ φύγοι alt. ut A ‖ 20. supplevi ex B ‖ 22. Ἄρηι κταμένων ut B ‖ 24. ἀπολομένων W: -όμενοι ‖ 33. φίλης B)
354