Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

336. Τρώων κεφαλάς] κατὰ περίφρασιν τοὺς Τρῶας.

[*](B=)

κῆαι] προπερισπᾶται· οὐ γάρ ἐστιν εὐκτικόν, ἀλλʼ ἀπαρέμφατον.

[*](A=)

337. φλέγμα] τὴν φλόγα, ὡς “καῦμα—θεσπέσιον” (Hes. Th. [*](AB-) 700) ἀντὶ τοῦ καῦσις.

*κακόν] κακοποιόν.

339. *καὶ ἀρειῇ] ἀπειλῇ. §. ὁ “καῖ” ἀντὶ τοῦ ἤ.

341. *ἰάχουσα] ὡς φέρουσα.

[*](2. δὲ B: γὰρ ‖ 5. suppl. W ‖ ἦ W : ἣ ‖ 14, 15. supplevi ex B ‖ 16. πολεμητέον B: -ιστέον ‖ 20. suppl. W ex B ‖ 23. ζοφοπνοίαν B ‖ 24. ἀργεστήν pro lemmate scriptum ‖ 25. κεκραμένην : κρεμαμένην ‖ 26. supplevi ex D ‖ 28. κῆε)
356

342. *τιτύσκετο] παρεσκεύαζεν.

343. ἐν πεδίῳ πῦρ δαίετο] ἵνα ἀναξηράνῃ τὸ εἰς αὐτὸ ἐκκεχυυ- [*](B +)μένον ὕδωρ. §. “καῖε δὲ νεκρούς,” Ἀχιλλέα δὲ οὐ· οὐδὲ γὰρ ὁ Σκάμανδρος τοὺς Τρῶας ἀπέπνιγεν ἐν ἑαυτῷ.

[*](B-)

346. ὀπωρινὸς βορέης] ἰσχυροὶ γὰρ κατὰ τὴν ὀπώραν οἱ βορέαι πνέουσιν. εὐκταῖον δὲ ἀρδευθείσῃ γῇ βορ〈ρ〉ᾶν ἐπιβαλεῖν· πυκ- νουμένης γὰρ τῆς ἐπιφανείας δύνει κατὰ ῥιζῶν ἡ νοτὶς ὑπὲρ τοῦ ἀποθεῖναι τὸ ὑγρόν· ὀπωρινὸς δὲ ὁ θερινὸς κατὰ Σικυωνίους.

[*](B=)

ἄλλως: ὀπωρινὸς βορέης] οἱ γὰρ ἐτησίαι ξηρότεροι τοῦ ἐν χειμῶνι πνέοντος βορέου.

[*](A +)

347. ἂν ξηράνῃ] μετὰ τοῦ ν. καὶ “θερμήνῃ” (Il. 14. 7) μέν φησιν, ἀλλʼ οὐ ‘ξηρήνῃ’ διὰ τὸ κακόφωνον, ὡς “ψαρῶν” (Il. 17. 755) καὶ “ψῆρας” (Il. 16. 583). Ἀριστοφάνης δὲ γράφει “αἶψ᾿ ἐξαυῆνῃ.”

348. ἐξηράνθη πεδίον] οἰκονομικὸν τοῦτο, ἵνα τὰ ἑξῆς διάθηται.

[*](B=)

350. καίοντο πτελέαι] δηλονότι ὑποφυγόντος τοῦ ποταμοῦ καὶ εἰς τὸ ἴδιον ῥεῖθρον τραπομένου τοῦ ὕδατος.

[*](B=)

351. λωτός τε] τοῖς ὑπʼ αὐτοῦ τρεφομένοις ὕλῃ χρῆται κατʼ αὐτοῦ.

[*](A=)

ἠδὲ κύπειρον] αἱ ἐκ τῶν πόλεων “κύπαιρον.”

353. τείροντʼ ἐγχέλυες] καὶ τὰς ἐγχέλυας εἰπεῖν καιομένας οὐ πάνυ ἁρμόδιον· οὐ γὰρ οὖν καὶ αὐτῶν ἅπτεται τὸ πῦρ, ἀλλὰ πνοῇ μόνον καὶ τῇ ἀναφόρᾷ τοῦ πυρὸς 〈τείρονται〉.

*τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες] ὑπερβολὴ τὸ κατὰ βάθη κάεσθαι.

[*](A=)

ἐγχέλυές τε καὶ ἰχθύες] ὅτι διέστειλε τὰς ἐγχέλεις τῶν ἰχθύων.

[*](B=)

354. κυβίστων] σημαντικώτερον οὐκ ἂν εὕροιμεν ὄνομα. οὐ γὰρ ἀναπάλλεσθαι τοὺς ἰχθῦς ἔφη, ὅπερ καὶ χωρὶς πυρὸς συμβαίη ἄν, ἀλλὰ τοὺς ἀναπαλλομένους τε ἅμα καὶ καταδυομένους πάλιν ὑπὸ τῆς φλογὸς διὰ τοῦ ῥήματος ἔδειξεν.

356. καίετο δʼ ἲς ποταμοῖο] Πτολεμαῖος ὁ Πινδαρίων τὸν και σύνδεσμον καὶ τὴν ε ἀντωνυμίαν ἐνόμιζεν.

ἄλλως: καίετο δʼ ἴς] τινὲς “καί ἑ τόδε,” ἵν᾿ ᾖ ‘καὶ αὐτὸν τόδε εἶπεν ἲς ποταμοῖο.ʼ

[*](6. ἐπιβαλεῖν Bekker: ἐπιλαβεῖν ut B ‖ 9. ἐτησίαι B: ἐτήσιοι ‖ 14 ἐξαυήνῃ Spitzner, ἐξαυαίνη Heyne: ἐξευαίνειν ‖ 21. οὖν : οἷον ‖ 22. suppl. W ‖ 25. ἐγχέλεις A: -υς ‖ 28. ὑσὸ Bekker: ἀπὸ ut B)
357

357. οὔ τις σοί γε θεῶν—ἀντιφερίζει〈ν〉] ἀνίκητον γὰρ τὸ πῦρ· [*](B-) καὶ σίδηρον γοῦν μαλάσσει καὶ οὐδὲ ὑπὸ ἄλλου μαραίνεται, ἀλλʼ ὑφʼ ἑαυτοῦ· καὶ Ζεὺς πύρινον ἔχει τὸ δόρυ· λεπτομερεστάτη γὰρ ἡ οὐσία τοῦ πυρὸς 〈καὶ〉 διὰ πάντων διικνουμένη.

οὔ τις σοι—θεῶν δύναται] εὐφυῶς ἄγαν ἧτταν ὁμολογούμενος καὶ τοὺς ἄλλους θεοὺς συμπεριλαμβάνει.

361. ἀνὰ δʼ ἔφλυε] ἀνέζει δέ· ἔνθεν καὶ τὸ ἐκ θερμότητος ἀνά- [*](B =) στημα φλυκτίς, καὶ φλύαρος ὁ ἀναζέων τοῖς λόγοις. §. ἐμφαντικῶς [*](B -) δὲ ἄγαν ὡς ἐπὶ ἀγγείου καιομένου. εἶτα καὶ τῇ εἰκόνι τοιαύτῃ χρήσεται (362).

362. ὡς δὲ λέβης ζεῖ ἔνδον] ἐμφαντικῶς τὸ “ἔνδον,” ἵνα καὶ τὴν [*](B=) κοιλότητα δείξῃ καὶ τὴν κάτωθεν ἀνάζεσιν. κοῖλα δὲ ἀμφότερα, καὶ ὁ ποταμὸς καὶ ὁ λέβης.

362, 4. ἄλλως: ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος—ἀμβολάδην] [*](B-) τὸ ἑξῆς, ζεῖ ἔνδον πάντοθεν ἀμβολάδην. καὶ ἡμεῖς ὑπὲρ τῶν ζεόντων φαμὲν ἀναβάλλειν τό χαλκίον. ἀναζεῖ οὖν πάντοθεν διὰ τὴν τῆς φλογὸς ὑπερβολήν. διὸ καὶ ἐπάγει “ὑπὸ δὲ ξύλα κάγκανα κεῖται” (304).

363. κνίσσῃ μελδόμενος] σὺν τῷ ν Ἀρίσταρχος “ κνίσην” τὸ δὲ [*](A + B-) “μελδόμενος” ἀντὶ τοῦ τήκων. “κνίσην ” δὲ πᾶν τὸ πιμελές. τινὲς δὲ οὐδετέρως ἤκουον ‘τὰ κνίση,ʼ καὶ τὸ “μελδόμενος” ἀντὶ ἐνεργη- τικοῦ τοῦ μέλδων, ὅ ἐστι τήκων· ἀλλʼ οὐδὲν τῶν εἰς ος οὐδετέρων ἀδιαίρετόν ἐστι παῤ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ βέλεα λέγει· τί οὖν ἐστι τὸ “Τηλέμαχος τεμένη νέμεται” (Od. 11. 185) οὕτως οὖν καὶ τὰ “κνίση μελδόμενος;” ἀλλʼ ἀεὶ παῤ θμήρῳ ἡ κνῖσα θηλυκῶς εἴρηται. Ἑρμογένης δὲ ἐν τῷ περὶ τῶν ε΄ προβλημάτων γράφει κνίσῃ μελδόμενος,” ἵνʼ ᾖ ‘τῇ κνίσῃ μελδό- μενος·’ τινὲς δὲ “κνίσῃ μελδομένου,” ἵνʼ ᾖ συὸς τηκομένου τὴν κνίσαν· μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν· ἄμεινον δὲ τῇ συνή- θει γραφῇ χρῆσθαι “ κνίσῃ μελδόμενος” ἀντὶ τοῦ λιπαινόμενος. καὶ ἔστι “ μελδόμενος” ἀντὶ τοῦ τὰ μέλη ἀλδόμενος, ὡς ἀλλαχοῦ “μέλε’ ἤλδανε ποιμένι λαῶν” (Od. 18. 70)· σημαίνει δὲ ἡ κνίσα καὶ τὴν ἐκ τῶν κρεῶν ἀναθυμίασιν, ὅταν λέγῃ “καὶ τότε με κνίσης [*](3. γὸρ B: δὲ ‖ 4. supplevi ex B ‖ 8. φλυκτὶς B: φλυκτὸς ‖ 16. χαλκίον B: -εῖον ‖ 26. εἴρηται B: εὔρηται ‖ 27. μελδόμενος prius B: -ένου ‖ 27, 28. μελδόμενος B: -ένου ‖ 28. ἴνʼ ᾖ Schrader: δὴ)

358
ἀμφήλυθεν ἡδὺς ἀυτμή” (Od. 12. 369) καὶ “κνίση δʼ οὐρανὸν ἷτεν” (Il. 1. 317). σημαίνει δὲ καὶ τὸ λίπος, ὡς ἐπὶ τῶν γαστέ- ρων ἔφη “ἐμπλείην κνίσης τε καὶ αἵματος” (Od. 18. 119). ση- μαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡς ὅταν λέγῃ “ κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες” (Il. 1. 460)· διπλᾶ γὰρ ποιήσαντες τὰ κνίση τοὺς μηροὺς ἐκάλυψαν. “δίπτυχα” δὲ τὰ κνίση “π〈οιήσ〉αντες,” ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰς δύο διελόντες ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. καὶ ἔστιν ἐν τῇ κωμῳδίᾳ τὸ ἑνικὸν οὐδέτερον, “τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας ” (fr. adesp. 335 a M.).

ἄλλως: κνίση μελδόμενος] τὴν πιμέλην τήκων· §. τινὲς δὲ οὐδε- τέρως ἤκουον, τὰ κνίση· τινὲς δὲ “μελδομένου,” ἵν’ ᾖ συὸς τηκο- μένου τὴν κνίσαν· μέλδειν δὲ κυρίως τὸ τὰ μέλη ἔδειν.

[*](B+)

σιάλοιο] σιτευτοῦ. §. καὶ αὐτὸς μὲν κρεῶν ἑφθῶν οἶδε χρῆσιν, ποὺς δὲ ἥρωας οὐκ εἰσάγει χρωμένους· πῶς οὖν βοείους πόδας ἐσθίουσι μνηστῆρες (Od. 20. 299), οὐ γὰρ ἂν ὤπτησαν πόδας.

365. ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο] καὶ πῶς μὴ ἐκαίετο ὁ Ἀχιλλεύς; ἀλλʼ ὥσπερ ὁ Σκάμανδρος Ἀχιλλέα μὲν ἔπνιγεν, “ζῳοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα κρύπτων ἐν δίνῃσι βαθείῃσιν. μεγάλῃσιν” (238), οὕτω καὶ ὁ Ἥφαιστος πᾶν μὲν ὑφάπτει τὸ ἄλλο τοῦ ποταμοῦ πλὴν ἐκείνου τοῦ τόπου, ἔνθα ἦν Ἀχιλλεύς.

*ζέε δʼ ὕδωρ] γράφεται καὶ “σχέτο δʼ ὕδωρ” ἤγουν τῆς ὁρμῆς.

[*](A+B-)