GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.21.181-6.21.200 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.21.181-6.21.200

310. κατὰ μόθον] γράφεται “κακὸν θεόν” οἷον κακὸν ἐπίκουρον. B=§. Τρῶες οὐ μενέουσιν, ἀλλʼ ὀξυλαβείας χρεία πρὸς τὸ σῶσαι αὐτούς.

B=

312. *ὀρόθυνον ἐναύλους] τοὺς χειμά〈ρ〉ρους, τὰς στενὰς διώρυχας.

314. φίτρων καὶ λάων] πολλὴ ἡ ὁρμὴ κελεύοντος καὶ τὰ παρα- κείμενα κατασπᾶν φυτὰ καὶ τοὺς παρατυγχάνοντας λίθους.

315. * μέμονεν] διανοεῖται.

B =

316. οὔτε βίην χραισμησέμεν] δαιμονίως κατείλοχε πάντα οἷς ἐπηρμένος Ἀχιλλεὺς ὑπερηφάνως διέκειτο, ὑπὸ ἀνδρ〈ε〉ίας, ὑπὸ κάλλους, ὑπὸ τῆς πανοπλίας.

A +

317. τὰ τεύχεα καλά] μετάθεσις ἄρθρου, ὡς “τὸν Χρύσην ἠτίμησ᾿ ἀρητῆρα” (Il. 1. 11).

B=

* νειόθι] πρὸς τῷ κατωτάτω τῆς θαλάσσης.

A+

318. *ἰλῦος] μέτρου χάρι ἐκτέταται τὸ υ.

A =

319. εἰλύσω ψαμάθοισιν] ἐὰν μὲν διὰ τοῦ ει “εἰλύσω,” δηλοῖ τὸ εἰλήσω, ἐὰν δὲ διὰ τοῦ ι, σκεπάσω ἀφανίσω παρὰ τὴν ἰλύν, ὡσεὶ ἔλεγε ‘τῇ ἰλύι καλύψω.ʼ διχῶς οὖν ἡ γραφή.

A=

χέραδος] τὸ “χέραδος” οὐδέτερον, προπαροξυτόνως, ὡς κίναδος· καὶ Πίνδαρος δὲ (cf. Pyth. VI 13) τὴν δοτικὴν ἐξήνεγκε “χεράδει,” ὡς μεγέθει· ἅπαξ δὲ εἴρηται παρʼ Ὁμήρῳ.

AB-

ἄλλως: χέραδος] τὸ πλῆθος τῶν ποταμίων ἢ θαλασσίων ψήφων, ἢ τῶν εἰς χερμάδια ἐπιτηδείων λίθων, ἢ πᾶσαν συρρέουσαν ἀκα- θαρσίαν ἐκ τῶν ὑδάτων κατὰ μίμησιν τοῦ ἤχου τοῦ γινομένου κατὰ τὴν σύρσιν· ἀντιφράζει γοῦν αὐτῷ “πολὺν δʼ ὀρυμαγδὸν ἐπῆρε φιτρῶν” (313).

A + B=

320. ἐπιστήσονται] δυνήσονται· “ἐπίστατο πῆλαι Ἀχιλλεύς” (Il. 16. 142).

AB=

321. ἄσιν] τὸν ἐν ὕδασι 〈συρφετὸν〉 ξηρόν, ἀπὸ τῆς ἄζης· οἳ δὲ τὴν ἐκ τοῦ ποταμοῦ δεῖσαν· ὅθεν καὶ ἄσιον τὸν λειμῶνα ἤκουσαν (Il. 2. 461).

AB+

323. τυμβοχοῆσʼ] ἀπαρέμφατον ῥῆμα τὸ “τυμβοχοῆσαι·” ὃ δὲ λέγει ‘οὐκ ἔσται αὺτῷ χρεία χώσεως τάφου·’ ὁ δὲ Κράτης ὡς οἰνοχόης.

B=

325. μορμύρων] ἀναβράσσων ἢ θηριούμενος, παρὰ τὴν μορμώ. ἔστι 7. κατείλοχε Bekker: -ηχε ‖ 13. ἐκτέταται A: τέταται ‖ 17. κίναδος W; κίναιδος ‖ 20. ψηφίδων B ‖ 21. χερμάδια Dindorf in Thesauro: χερμαδίας ut B ‖ 22. ὄχου scripsi: στίχου ‖ 23, 24. ὅρινε φ. codd. iadis 27. supplevi ex B ‖ καὶ ante ξ. add. B δὲ ἀπαραμίλλητα ταῦτα τοῦ Ὁμήρου· οὐ γὰρ μόνον τῇ μεγαληγορίᾳ τῶν ὀνομάτων ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται· ἔστι δὲ ἰδεῖν κῦμα με- τέωρον αἵματι καὶ ἀφρῷ μεμιγμένον, καὶ τούτῳ ἐπιπλέοντα τὰ σώματα.

327. κατὰ δʼ ἥρεε] καθῄρει, κατέβαλλεν. §. δασυντέον δὲ τὸ A=B+ “ἥρεε,” 〈ἵν᾿〉 ᾖ κατελάμβανεν· τὸ γὰρ αἱρῶ περισπώμενον καὶ δασυνόμενον δηλοῖ τὸ καταλαμβάνω.

328. Ἥρη δὲ μέγʼ ἄυσε] κατὰ συλλογισμὸν ἐνέφηνε τὸν κίν- δυνον· οἰκεῖον δὲ τὸ σχῆμα θηλείᾳ.

329. * ἀποέρσειε] Κυπρίων ἡ λέξις.

A=

331. ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος] εἰς τὸ “τέκος” ἡ στιγμή· AB- τὸ δὲ ἑξῆς ‘αὐτὰρ ἐγὼ εἴσομαι ζεφύροιο καὶ νότοιο χαλεπὴν ὄρσουσα θύελλαν ἐξ ἁλόθε.’

κυλλοπόδιον] προπαροξυτόνως. §. λέγει ‘εἰ καὶ κυλλοποδίων εἶ, A+ B= ὅμως ὄρσεοʼ §. διδασκαλία δὲ στρατηγικῶν· εὐμήχανον 〈γὰρ〉 εἶναι 〈δεῖ〉 καὶ συνορᾶν ταχέως δύνασθαι τίνα καὶ ποῖα τίσι καὶ B- ποίοις μάχεται, καὶ τίνων ἀφεκτέον, καὶ τίσι πολεμητέον. νῦν γὰρ ἀντίπαλον Σκαμάνδρῳ πέμπει τὸν υἱόν· ἑξῆς δὲ Ἑρμῆς ἀπολέγει τῇ Λητοῖ (498) καὶ Ἀπολλων Ποσειδῶνι (467).

*κυλλοπόδιον] ἄκαιρον καὶ ἀπρεπὲς τὸ ἐπίθετον.

A+

332. *ἠίσκομεν] 〈εἰκότως〉 νομίζομεν, ὅτι ὕδωρ πυρὶ ἐναντίον.

B=

333. * πιφαύσκεο] ἐνδείκνυε, ἐξύφαπτε.

B=

334. ζεφύροιο] ζέφυρος παρὰ τὸν ζόφον, ἐπεὶ ἀπὸ δύσεως ἣν B= ζόφον καλεῖ.

ἀργεστὴν τὸν νότον, ἐπεὶ ἀπὸ Ἄργους εἰς τὴν Τροίαν πνεῖ.

“χαλεπὴν θύελλαν” φησὶ τὴν ἐκ β΄ κεκραμένην ἀνέμων.

335. *εἴσομαι] πορεύ〈σ〉ομαι.