Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

471. *παρήορος] ὁ παρῃωρημένος ἵππος.

472. τοῖο μὲν Αὐτομέδων] θέλουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν ἀναιρῇ τὸν Σαρπηδόνα.

τοῖο μέν] τοῦ 〈μὴ〉 ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ συγχυθῆναι τὰ ἡνία.

474. ἀίξας ἀπέκοψε] ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήματος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται “ ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέτεμνεν” (Il. 8. 87)· καὶ ἐπʼ ἐκείνου μὲν “ φασγάνῳ ἀίσσων” (ib.) φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος “ἀίξας.” οὐδὲ μάτησεν] οὐκ εἰς μάτην δὲ διεπράξατο.

475. τὼ δʼ ἰθυνθήτην] οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν ἡρώων τὸ [*](B=) ἰθυνθῆναι παρέλαβε τοὺς ἵππους—οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων μάχονται ―-ἀλλὰ 〈τὰ〉 περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τὰ περὶ τὸν Πά- τροκλον μεταβαίνει λέγων “τὼ δʼ αὖτις ξυνίτην” (476).

* ἰθυνθήτην] εἰς ὀρθὸν κατέστησαν.

[*](B–)

* ῥυτῆρσι] ἑλκυστηρίοις. §. γράφεται καὶ “ῥυτῆρι” ἑλκυ- [*](B+) στηρίῳ. “ἀκοντιστὰς 〈ἠδὲ〉 ῥυτῆρας ὀιστῶν” (Od. 18. 262)· “οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι” (Od. 21. 173).

481. * ἔβαλε] ἐπέτυχε.

[*](1. suppl. Heyne ex v. 154 || 5. τὸ οὐτάσαι cf. A ‖ 6. ὡς ἐκεῖ ἔβ. ‖ ἀρίτοιο ‖ ἔροιτο ‖ 12, 13. τὸ et ἠχοῦν B ‖ 13. τῆ παρατρέψει (-ίψει corr. Bekker) post ἠχοῦν add. B: ante θέλ. l. 17 ‖ 27. supplevi ex B ‖ ἐ. τὰ B: ἐ. τοὺς ‖ 31. ἀκοντιστὰς scripsi: ἀντὶ ‖ ῥυτῆρος ὀιστόν ‖ 32. ἔμμεναι )
194
[*](B=)

φρένες] τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαί τε μεῖζον καὶ μεγάλας τὰς ἐκπνοὰς ποιεῖσθαι.

[*](B–)

ἔρχαται] εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης θνῄσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει σκέπην καὶ ἔστιν ἀπαθές· διὸ φθέγγεται.

ἄλλως: φρένες ἔρχαται] ἐκ τοῦ εἴργω τὸ κωλύω.

[*](B =)

ἀδινὸν κῆρ] πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατʼ οὐσίαν.

*κῆρ] τὴν καρδίαν.

486. *βεβρυχώς] τινὲς διὰ τοῦ κ, κακῶς.

[*](B=)

487. ἠύτε ταῦρον] ἡ πρώτη εἰκὼν πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ 〈δὲ〉 δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παρα- βέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ ἡ ταύρου ἐν ἀγέλῃ βοῶν.

*μετελθών] ἐπελθών.

[*](A+)

488. * ἐν εἰλιπόδεσσι] γράφεται “ἐπʼ εἰλιπόδεσσι·” αἱ δὲ πλείους διὰ τοῦ ν “ἐν εἰλιπόδεσσι.”

[*](A+)

491. *μενέαινε] τὸ μένος ἠφίει, ἐλιποθύμει.

492. πέπον 〈πολεμιστά〉] ἄμεινον γράφειν “ πάρος πολεμιστά” ἀντὶ τοῦ “πέπον·” ἀντίκειται γὰρ τῷ “νῦν σε μάλα χρή.”

[*](B=)

494. ἐελδέσθω] ἐν ἐπιθυμίᾳ γινέσθω.

[*](B=)

πόλεμος κακός] τινὲς “θρασύς” γράφουσιν· πῶς γὰρ ἂν προ- τρέπων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον;

*θοός] ἀγαθός, δραστικός.

[*](A+)

496. Σαρπηδόνος] ἀντὶ τοῦ ἐμοῦ, ὡς “Νέστορί τʼ ἀνδρῶν” (Il.

[*](A+)

497. περιμάρναο] ὑφʼ ἓν Ἀρίσταρχος· δύναται δὲ διχῶς ἀναγι- νώσκεσθαι ἡ πρόθεσις.

[*](B=)

498. κατηφείη καὶ ὄνειδος] αἴτιος αἰσχύνης καὶ ὀνείδους. §. ἑνά- [*](B=)ρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος ὅσον τὸ 〈τὰ〉 λάφυρα καταλεῖψαι τοῖς πολεμίοις.

[*](B=)

500. νεῶν ἐν ἀγῶνι] ἄμεινον παροξυτόνως ἀναγινώσκειν τὸ [*](2. τε Eust: τὸ ut B ‖ μεῖζον B Eust.: μέλλον ‖ 13. supplevi ex B ‖ 15. ὡς ταύρου ut B ‖ 19. ἐλιποθύμει A: ἐλειπυθύμει ‖ 31. ὅσον scripsi: ἀλλὰ B, οἷον ‖ supplevi ex B)

195
“νέων·” οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔστιν οὖν ὅμοιον τῷ “νέων δʼ ἀλάπαζε φάλαγγας” (Il. 11. 503).

ἄλλως: νεῶν ἐν ἀγῶνι] τῷ ἀθροίσματι τῶν νεῶν· οἳ δὲ τῇ περὶ [*](A+B=) τῶν νεῶν μάχη.

502. τέλος θανάτοιο] τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ [*](B=) τελευτᾷ.

503. * ὀφθαλμοὺς ῥῖνάς τε] ὄψιν καὶ ἀναπνοήν.

504. ἕλκε —ποτὶ δὲ φρένες 〈αὐτῷ ἕποντο〉] “ἕλκε” “ποτί” [*](A+) “ἔχοντο·” οὕτω γραπτέον τὰ τρία.

ποτὶ δὲ φρένες αὐτῷ ἕποντο] τὰς σωματικὰς λέγει φρένας· κατʼ [*](B=) ἐκεῖνο γὰρ καὶ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν 〈ἐξ〉ελκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος.

507. λίπον ἅρματα] “λίπεν” διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστιν, [*](A+B=) ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, ὅ ἐστιν ἠρημώθησαν τῶν δεσποτῶν.

508. ἀίοντι] παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ ἀκούσαντι.

[*](A~ B=)