Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

510. ἐπίεζε] διὰ τοῦ ε· “χερσὶ στιβαρῇσι πίεζον” (Od. 12. 174)· “ἐπὶ μάστακα χερσὶ πίεζεν” (Od. 4. 287).

511. ὃ δή μιν Τεῦκρος] “Τεῦκρος δὲ Γλαῦκον, κρατερὸν παῖδʼ Ἱπολόχοιο, ἰῷ ἐπεσσύμενον βάλε τείχεος —ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης” (Il. 12. 387, 9).

515. πάντοσʼ ἀκούειν] Ἀρίσταρχος τὸ πλῆρες ‘ πάντοσε,ʼ Ζηνό- [*](A- B+) δοτος “ πάντʼ ἐσακούειν,” τινὲς δὲ “πάντοθι·ʼʼ δὲ ὡς τὸ “πεύ- θετο γὰρ Κύπρονδε” (Il. 11. 21)· ὅταν ἐκ τόπου εἰς τόπον ἀφικνου- μένῃς φήμης ἄφιξιν δηλοῖ, τῷ εἰς τόπον χρῆται.

516. ἀνέρι κηδομένῳ] ἀντὶ τοῦ‘ἀνέρος·ʼ “Ἀχιλλῆος ὀλοὸν κῆο— δερκομένῳ” (Il. 14. 139)· “τῆς δʼ αὐτοῦ λύτο γούνατα —σήματʼ ἀναγνούσῃ” (Od. 23. 205).

518. οὐδʼ ἐμοὶ αἷμα] οὐ δύναται ξηρανθῆναι τὸ αἷμα. ἀλλαχοῦ [*](B–) δὲ τὴν ξηρασίαν φησὶν ὀδύνης 〈ποιητικήν〉. “τέρσετο, 〈παύσατο〉 δʼ αἶμα, ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος” (Il. 11. 267).

[*](1. ἐστὶν B: ἔσται ‖ 5. ἀποπνεῦσαι B: διαπνεῦσαι ‖ 6. τελευτὰ B; ἐτελεύτα ‖ 8. εἷλκε textus Il. ποτὶ etiam textus Il. ‖ 11. supplevi ex B ‖ 20. ῇ ῥʼ ‖ 23. πάντες ἀκούειν ut A: corr. Ribbeck ex B ‖ 25. ἢ ante φήμης delevi ‖ 26. Ἀχ. ἕλε κῆρ ‖ 29. schol. scriptum post schol. v 523 || ἄλλως lemmati praefixum omisi ‖ οὐδʼ ἐμοὶ ἕλκος ‖ 30. prius sumpplevi ex B ‖ 30, 31. τέρσετο—μένος ab antecedentibus separata et τέρσετο δʼ αἷμα pro lemmate praescriptas)
196
[*](A+)

522. ὦ παιδὶ ἀμύνει] “οὗ παιδὸς ἀμύνει” οὕτως ἡ γραφή· καὶ λείπει ἡ περί

523. ἕλκος ἄκεσσαι] Ἀρίσταρχος ἀπαρέμφατόν φησιν, ἀγνοῶν ὅτι τὸ ἀκῶ ἐνεργητικῶς οὐδέποτε ἔκλινεν ὁ ποιητής, ἀλλʼ ἢ παθη- τικῶς ἢ μέσως· ἔστιν οὖν προστακτικόν.

[*](B=)

527. τοῦ δʼ ἔκλυε] ἀντὶ τοῦ ἐπήκουσεν· οὐδέποτε γὰρ ψιλῶς ἐπὶ τοῦ ἀκοῦσαι τάσσει τὸ ῥῆμα.

[*](B=)

530. ἔγνω—ἐνὶ φρεσί] τὸ γὰρ παραυτίκα παύσασθαι τὴν ὀδύνην καὶ μένους αὐτὸν ἐμπλησθῆναι προφανῶς θεῖον ἦν.

[*](B=)

532. πρῶτα μὲν ὤτρυνεν] ὑπεκκαύματα τῷ πολέμῳ πάλιν δίδωσιν ὁ ποιητής.

[*](A+)

542. εἴρυτο] δύναται ἀπὸ τῶν εἰς μι εἶναι· διὸ ἐξετάθη.

[*](B=)

δίκῃσί 〈τε〉 καὶ σθένε] ταῦτα γὰρ σῴζει, τὸ μὲν πόλιν καὶ οἰκήτορας, τὸ δὲ ἀπεῖργον τοὺς πολεμίους. Αἰσχύλος (fr. 372 N.) “ὅπου γὰρ ἰσχὺς συζυγοῦσι καὶ δίκη, ποία ξυνωρὶς τῶνδε καρτερω- τέρα;” τὴν δὲ δίκην προέταξεν ὡς μᾶλλον βασιλεῖ συμφέρουσαν.

[*](B–)

544. ἀλλὰ φίλοι] ἀπὸ τῶν ὀνειδιστικῶν 〈λόγων〉 εἰς τοὺς δεητικοὺς ἧκε καὶ ἀπὸ τῶν περὶ τὸν Ἔκτορα ἐπὶ τὸ πλῆθος τὸν λόγον μετήνεγκεν, ὡς τὸ “ Ἀτρείδη, νῦν δὴ σέ, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγ- χιστον θέμεναι,” εἶτα ἐξῆς “τλῆτε, φίλοι, καὶ μείνατε” (Il. 2. 299).

[*](B=)

547. τοὺς —ἐπέφνομεν] παλαιᾶς ἀνδραγαθίας ὑπέμνησεν, ὅπως μὴ ἀπολέσωσιν αὐτὴν τοῖς νῦν.

[*](A+ B–)

548. κατὰ κρῆθεν] ἀπὸ τοῦ καρή ὀξυνομένου, ὅπερ ὁ μὲν ποιητὴς οὐκ οἶδεν, οἱ δὲ ἄλλοι πάντες, καρῆθεν ἦν τὸ ἀνάλογον, καὶ κατὰ συγκοπὴν “ κρῆθεν·” δύναται καὶ ἀπὸ τοῦ κάρητος καρήτοθεν κάρηθεν “κρῆθεν·” Ἡσίοδος “τῆς καὶ ἀπὸ κρῆθεν” (Scut. 7). τινὲς “ἄκρη- θεν.ʼ ἐπεί φησι “μέγα κῦμα κατʼ ἄκρης” (Od. 5. 313)· “ὤλετο πᾶσα 〈κατʼ ἄκρης)” (Il. 13. 772).

[*](A= B–)

549. *ἕρμα] τὸ σήκωμα τῆς νεᾶς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πλεῖν· νῦν οὖν τούτου ἀποθανόντος ἀνετράπη ἡ Ἴλιος. οἱ δὲ τὸ ὑποστή- ριγμα· ὅθεν καὶ Πίνδαρος “ἔρεισμʼ Ἀκράγαντος” εἶπε τὸν Θήρωνα (Ol. 2. 6)· ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.

[*](B=)

557. οἷοί περ πάρος ἦτε] προθυμίαν πρὸς τοὺς πόνους ἐργάζεται ἡ μαρτυρία τῶν πρόσθε πονηθέντων.

[*](4. ἔκλινεν Bekker: ἔκρινεν ‖ 14. post οἰκ. supple ex. gr. συνέχον ‖ 16. προτάσσει B ‖ 18. περὶ W: πρὸς ‖ 23. κάρη || 24. κάρηθεν ‖ 30. πλεῖν Eust.: πεσεῖν ut A ‖ ἀνατραπήσεται B ‖ 31. ἔρεισμα ut A ‖ 33. περ B: τε)
197

558. ὃς πρῶτος ἐσήλατο] τῶν πεπραγμένων αὐτῷ ὑπομιμνῄσκει [*](B=) πρὸς ἀμύνῃς ὑπόμνησιν. πῶς δέ φησιν ἀλλαχοῦ “Πριαμίδῃ, ὅς— ἐσήλατο” (Il. 12. 437); ἢ ἑκάτερος τῆς ἰδίας φάλαγγος πρῶτος. §. Πορφύριος δὲ ψιλοὶ τὸ “ἐσήλατο” καὶ ἐκδέχεται τὸ ἐσάλευσε, [*](A~) ἀπὸ τοῦ σάλω· ὅθεν καὶ ὁ σάλος· τοῦτο δὲ σπανίως εἴρηται· οἳ δὲ ‘ἔβλαψεν’ ὑπερβολικῶς.

559. ἀλλʼ εἴ μιν ἀεικισ〈σ〉αίμεθα] ὅπερ σπεύδει δρᾶσαι, τοῦτο [*](B=) αὐτὸς κινδυνεύει παθεῖν ὑφ’ Ἕκτορος, ὡς κἀκεῖνος ὑπʼ Ἀχιλλέως· οὕτω τὰ τῆς Ἀδραστ〈ε〉ίας ἐνδείκνυται. πῶς δὲ μείλιχον ὑποστη- σάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμὸν τῷ θέλειν λυμή- νασθαι σῶμα ἀναίσθητον; ἴσως οὖν τὸ προκείμενον ἀπολογία ἐστὶ τῆς ὠμότητος “ὃς πρῶτος ἐσήλατο” (558), καὶ χαλεπαίνει δικαίως τῷ πρῶτον εἰς τὸ τεῖχος εἰσθορόντι.

ἄλλως: ἀλλʼ εἴ μιν ἀεικισσαίμεθα] “εἴ μιν” ἐντὶ τοῦ εἴθε.

§. Ἀρίσταρχός φησι λείπειν τὸ ‘ καλῶς ἂν γένοιτο.ʼ

[*](A=)

561. αὐτοῦ ἀμυνομένων] αὐτοῦ πέρι, ἢ ἐνταῦθα τοπικῶς.

[*](A+)

564. Τρῶες καὶ Λύκιοι] Τρῶες Ἀχαιοῖς, Λύκιοι Μυρμιδόσιν ἀνθίστανται.