Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875
431. τοὺς δὲ ἰδὼν ἐλέησε] ἅμα μὲν ἵνα διάστημα γένηται ἀπὸ [*](B=) τῆς μάχης ἐπιβάλλει ταῦτα ὁ ποιητής—οὐδὲ γὰρ ἄξιον ἦν Διὸς υἱὸν ὄντα τὸν Σαρπηδόνα ἀνεπισημάντως ἀναιρεθῆναι—ἅμα δὲ προσοχὴν ἐργάζεται τῇ τοῦ μονομαχίου σκέψει.
432. Ἥρην δὲ προσέειπε] παρὰ Ζηνοδότῳ οὐκ ἦν ὁ διάλογος τῆς [*](A+) Ἥρας καὶ τοῦ Διός· πῶς γάρ, φησίν, ἐν τῇ Ἴδῃ εὕρηται ἡ θεός; οἳ δὲ ὡς ἡκούσης αὐτῆς εἰς Ἴδην κατὰ τὸ σιωπώμενον, ἵνα μετὰ τοῦ Διὸς σκέψηται τὰ περὶ τῶν Ἑλλήνων, ὡς ἤδη τοῦ Διὸς μετα- βεβλημένου τῷ γεγενῆσθαι ἃ ἠξίωσεν ἡ Θέτις.
433. μοι ἐγών] οὐ μεμπτέον τὸν ποιητήν· ἢ γὰρ ἀφιέναι δεῖ [*](B–) τὴν συγγένειαν τῶν θεῶν τὴν πρὸς ἀνθρώπους ἢ τὰ ἑπόμενα αὐτῇ λέγειν· ἅμα δὲ καὶ παιδευτικὴ ἡ τοῦ Διὸς ὀλόφυρσις διδάσκοντος τοῦ ποιητοῦ, ὅτι καὶ θεοὶ τῇ εἱμαρμένῃ ἐμμένουσιν· δεῖ οὖν καὶ τοὺς ἀνθρώπους τὰς εἱμαρμένας φέρειν γενναίως.
436. ἢ μιν ζῳόν] τὸ μὲν πρῶτον ὀξυτονητέον, τὸ δὲ δεύτερον [*](A=) (438) περισπαστέον.
438. ἣ ἤδη] τὸ ἐξῆς “ἣ ἤδη—δαμάσ〈σ〉ω·” οὐ γὰρ τοῦτο [*](B=) σκέπτεται ὁ Ζεύς, εἰ ὕστερον ὑπὸ Πατρόκλῳ δαμάσει τὸν Σαρπη- δόνα, ἀλλʼ εἰ ‘ἤδη δαμάσει,ʼ τουτέστι‘νῦν ὑπὸ Πατρόκλῳ δαμάσει.ʼ
441. πεπρωμένον αἴσῃ] κεκριμένον τῇ μοίρᾳ. §. εὐπρεπῶς δὲ πάλιν [*](AB=) ἀντιλέγει, οὐ διὰ τὴν πρὸς βαρβάρους ἀπέχθειαν τἀναντία συμβου- [*](B=) λεύειν προσποιουμένη, ἀλλὰ διὰ τὸ καθόλου καθῆκον.
445. αἵ κε ζῳόν] “ζών” ἀπὸ τῆς “ἦ κεν ζὼς ἀμενηνὸς ἐᾷ” (Il. 5. [*](A+) 887). §. ἔστι δὲ αὐτοῦ μητρυιά· σύμμαχος δὲ Ἑλλήνων ἡ Ἥρα.
[*](2. δεδόκεται: corr. Meineke ‖ 3. κλάζοντες ut textus ‖ 4. ἀφώνως W. ἀφανῶς ‖ 8. κεκληγῶτες A:-ότες || 14. schol. scriptum post schol. v. 450 || 19. ἀφιέναι δεῖ W: ἀφίησι δὴ ‖ 21. ἄμα W: ἀλλὰ ‖ 27. σκέπτεται B: βούλεται 29. αἴσῃ B: ἐστιν ‖ κατακεκριμένον A ‖ 32. κε ζωόν etiam textus || 33. μητρυιά Bekker:-ᾷ ‖ Ἥρα scripsi: μοῖρα)*δόμονδε] ὡς οἶκονδε.
[*](B=)446. μή τις ἔπειτα θεῶν] ἰσχυρότατα ἀντιλέγει μιμήσεσθαι φάσκουσα καὶ τοὺς ἄλλους τὴν Διὸς διάθεσιν· χρὴ γὰρ ὑπόδειγμα ὥσπερ τοῖς ὑπηκόοις εἶναι τὸν βασιλέα. ἔστιν οὖν τὸ κατὰ παρά- θεσιν ἐνθύμημα.
[*](B=)449. υἱέες ἀθανάτων] Ἰάλμενος Ἄρεος, Μενέσθιος Σπερχειοῦ, Εὔδωρος Ἑρμοῦ, Ἀχιλλεὺς Θέτιδος, Αἰνείας Ἀφροδίτης.
[*](B=)450. ἀλλʼ εἴ τοι φίλος ἐστί] δεξιὸν τοῦτο τῷ ἀποθύμια δια- λεγομένῳ τὸ μέν τι ἀνατρέπειν, τὸ δὲ χαρίζεσθαι· ἁρμόδια δὲ καὶ ταῦτα τῇ μητρνιᾷ· συγχωρεῖ γὰρ τὸ μηδὲν ἐκεῖνον ὠφελοῦν.
457. τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων] ἀπόχρη ἄρα τάφος καὶ στήλη τοῖς τεθνεῶσιν· καὶ μὴ περιεργάζου πλέον.
458. οὐδʼ ἀπίθησε πατήρ] διδασκαλικὸν τὸ καὶ τὸν Δία φέρειν τὴν εἱμαρμένην.
[*](B=)459. αἱματοέσσας δὲ ψιάδας] ἁρμόδιος ἡ τερατεία, ἐφʼ ἥρωι τοιούτῳ καὶ πατρὸς πενθοῦντος Διὸς τὸ τὸν κόσμον μόνον οὐχὶ συνά- χθεσθαι.
[*](B=)463. ἔνθʼ ἤτοι Πάτροκλος] χαρίεν τὸ προ τῆς ἀναιρέσεως προαγῶνά τινα γενέσθαι· ὃ μὲν γὰρ βάλλει τὸν θεράποντα, ὃ δὲ τὸν Πήδασον.
ἄλλως: ἔμθʼ ἤτοι Πάτροκλος] κατʼ ἀρχὴν πολλάκις ἀποτυγ- χάνοντας ποιῶν τοὺς βάλλοντας ἐναγώνιον ποιεῖ τὸν ἀκροατήν.
[*](B=)465. νείαιραν 〈κατὰ γαστέρα〉] ἀπὸ τοῦ τὰ σιτία νεῖσθαι διʼ αὑτῆς· οὐδαμοῦ γὰρ ἐπὶ τοῦ ἐσχάτου χρῆται τῷ ἐπιθέτῳ.
ἄλλως: γράφεται “ νέαιρα.” §. νέω νέαιρα, ὡς χέν χέαιρα “ἰοχέαιρα.”
[*](A+)467. δεύτερος ὁρμηθείς] οἱ ὑπομνηματισταὶ “δεύτερον” διὰ τοῦ ν.
[*](A+)ὃ δὲ Πήδασον οὔτασεν] οὐτάσαι τὸ ἐκ χειρὸς τρῶσαι. ἐνταῦθα δὲ ἐπὶ τοῦ βαλεῖν τῷ ῥήματι κέχρηται· λέγει γὰρ “ Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτεν” (466), ὅπερ ἐπὶ τῶν ἀφιέντων τάσσεται· διὸ καὶ γράφει Ἀρίσταρχος “ὃ δὲ Πήδασον ἀγλαὸν ἵππον, τόν ῥα ποτʼ [*](6. Ἄρεως 13. διδασκαλικὸν W; διδακτὸν ‖ 22. γίνεσθαι B || 27. γρ. νέαιρα corruptum ‖ ὡς ante νέω omisi ‖ 33. ῥʼ ἀπό τʼ)
οὔτασ〈εν) ἵππον] δοκεῖ συγκεχύσθαι ἐνθάδε τὸ βαλεῖν καὶ 〈τὸ〉 [*](A+) οὐτάσαι· καὶ ὁ μὲν Ἀρίσταρχος οὕτως ἀφῆκε τὸ ἄπορον, ὁ δὲ φι. λημῶν “ἤλασεν” γράφει· καὶ ἐπὶ τοῦ βαλεῖν γὰρ κεῖται τὸ ἐλάσαι, ὡς ἐκεῖ· “καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα—ἣ δʼ οὐκ ἔγχος ἔρυτο— νειαίγῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασ〈σ〉εν” (Il. 17. 517).
468. ἀίσθων] ἀίω ἀιστός ἀίσθω, ὡς βιβάζω βιβαστός βιβάσθω.
[*](A+)469. μακών] εἰς μῆκος ἐκταθείς, ἢ βοήσας.