GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.16.301-6.16.320 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:6.16.301-6.16.320

471. *παρήορος] ὁ παρῃωρημένος ἵππος.

472. τοῖο μὲν Αὐτομέδων] θέλουσιν ἐμβεβηκέναι Πάτροκλον τῷ δίφρῳ, ἵνα κινδυνεύων καταπεσεῖν ἀναιρῇ τὸν Σαρπηδόνα.

τοῖο μέν] τοῦ 〈μὴ〉 ἀπευθυνθῆναι τοὺς ἵππους ἢ τοῦ συγχυθῆναι τὰ ἡνία.

474. ἀίξας ἀπέκοψε] ἐνέφηνε τὴν συντομίαν διὰ τοῦ ῥήματος· ἐπὶ δὲ Νέστορος τῷ παρατατικῷ κέχρηται “ ὄφρ’ ὁ γέρων ἵπποιο παρηορίας ἀπέτεμνεν” (Il. 8. 87)· καὶ ἐπʼ ἐκείνου μὲν “ φασγάνῳ ἀίσσων” (ib.) φησίν, ἐπὶ δὲ τοῦ Αὐτομέδοντος “ἀίξας.” οὐδὲ μάτησεν] οὐκ εἰς μάτην δὲ διεπράξατο.

475. τὼ δʼ ἰθυνθήτην] οὐχ ὡς αἰτίαν τῆς συνόδου τῶν ἡρώων τὸ B= ἰθυνθῆναι παρέλαβε τοὺς ἵππους—οὐ γὰρ ἐπὶ τῶν ἁρμάτων μάχονται ―-ἀλλὰ 〈τὰ〉 περὶ τοὺς ἵππους διηγησάμενος ἐπὶ τὰ περὶ τὸν Πά- τροκλον μεταβαίνει λέγων “τὼ δʼ αὖτις ξυνίτην” (476).

* ἰθυνθήτην] εἰς ὀρθὸν κατέστησαν.

B–

* ῥυτῆρσι] ἑλκυστηρίοις. §. γράφεται καὶ “ῥυτῆρι” ἑλκυ- B+ στηρίῳ. “ἀκοντιστὰς 〈ἠδὲ〉 ῥυτῆρας ὀιστῶν” (Od. 18. 262)· “οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι” (Od. 21. 173).

481. * ἔβαλε] ἐπέτυχε.

1. suppl. Heyne ex v. 154 || 5. τὸ οὐτάσαι cf. A ‖ 6. ὡς ἐκεῖ ἔβ. ‖ ἀρίτοιο ‖ ἔροιτο ‖ 12, 13. τὸ et ἠχοῦν B ‖ 13. τῆ παρατρέψει (-ίψει corr. Bekker) post ἠχοῦν add. B: ante θέλ. l. 17 ‖ 27. supplevi ex B ‖ ἐ. τὰ B: ἐ. τοὺς ‖ 31. ἀκοντιστὰς scripsi: ἀντὶ ‖ ῥυτῆρος ὀιστόν ‖ 32. ἔμμεναι B=

φρένες] τὸ ὑπὸ πνεύμονα διάζωμα τοῦ θώρακος. τοῖς δὲ τὰς φρένας τρωθεῖσιν ἕπεται ἐρεύγεσθαί τε μεῖζον καὶ μεγάλας τὰς ἐκπνοὰς ποιεῖσθαι.

B–

ἔρχαται] εἰργμέναι εἰσίν. αἱμορραγίας οὖν γενομένης θνῄσκει· θάτερον γοῦν μέρος τοῦ πνεύμονος τὴν ἐκ τῶν ὑμένων ἔχει σκέπην καὶ ἔστιν ἀπαθές· διὸ φθέγγεται.

ἄλλως: φρένες ἔρχαται] ἐκ τοῦ εἴργω τὸ κωλύω.

B =

ἀδινὸν κῆρ] πυκνόν, παρὰ τὸ ἄδην. κέαρ δέ φησι τὴν καρδίαν· πυκνὴ δὲ αὕτη καὶ νευρώδης κατʼ οὐσίαν.

*κῆρ] τὴν καρδίαν.

486. *βεβρυχώς] τινὲς διὰ τοῦ κ, κακῶς.

B=

487. ἠύτε ταῦρον] ἡ πρώτη εἰκὼν πρὸς τὸ πτῶμα καὶ τὴν ἐπὶ πολὺ ἔκτασιν, ἡ 〈δὲ〉 δευτέρα πρὸς τὴν στοναχήν. ἅμα δὲ καὶ παρα- βέβληται τῇ τοῦ Σαρπηδόνος πρὸς τοὺς ἄλλους Τρῶας ὑπεροχῇ ἡ ταύρου ἐν ἀγέλῃ βοῶν.

*μετελθών] ἐπελθών.

A+

488. * ἐν εἰλιπόδεσσι] γράφεται “ἐπʼ εἰλιπόδεσσι·” αἱ δὲ πλείους διὰ τοῦ ν “ἐν εἰλιπόδεσσι.”

A+

491. *μενέαινε] τὸ μένος ἠφίει, ἐλιποθύμει.

492. πέπον 〈πολεμιστά〉] ἄμεινον γράφειν “ πάρος πολεμιστά” ἀντὶ τοῦ “πέπον·” ἀντίκειται γὰρ τῷ “νῦν σε μάλα χρή.”

B=

494. ἐελδέσθω] ἐν ἐπιθυμίᾳ γινέσθω.

B=

πόλεμος κακός] τινὲς “θρασύς” γράφουσιν· πῶς γὰρ ἂν προ- τρέπων αὐτὸν πολεμεῖν κακὸν εἶπε τὸν πόλεμον;

*θοός] ἀγαθός, δραστικός.

A+

496. Σαρπηδόνος] ἀντὶ τοῦ ἐμοῦ, ὡς “Νέστορί τʼ ἀνδρῶν” (Il.

A+

497. περιμάρναο] ὑφʼ ἓν Ἀρίσταρχος· δύναται δὲ διχῶς ἀναγι- νώσκεσθαι ἡ πρόθεσις.

B=

498. κατηφείη καὶ ὄνειδος] αἴτιος αἰσχύνης καὶ ὀνείδους. §. ἑνά- B=ρετος δὲ ὁ ἥρως οὐ τὸν θάνατον αἰδούμενος ὅσον τὸ 〈τὰ〉 λάφυρα καταλεῖψαι τοῖς πολεμίοις.

B=

500. νεῶν ἐν ἀγῶνι] ἄμεινον παροξυτόνως ἀναγινώσκειν τὸ 2. τε Eust: τὸ ut B ‖ μεῖζον B Eust.: μέλλον ‖ 13. supplevi ex B ‖ 15. ὡς ταύρου ut B ‖ 19. ἐλιποθύμει A: ἐλειπυθύμει ‖ 31. ὅσον scripsi: ἀλλὰ B, οἷον ‖ supplevi ex B “νέων·” οὐ γὰρ παρὰ ταῖς ναυσίν ἐστιν ὁ κίνδυνος νῦν. ἔστιν οὖν ὅμοιον τῷ “νέων δʼ ἀλάπαζε φάλαγγας” (Il. 11. 503).

ἄλλως: νεῶν ἐν ἀγῶνι] τῷ ἀθροίσματι τῶν νεῶν· οἳ δὲ τῇ περὶ A+B= τῶν νεῶν μάχη.

502. τέλος θανάτοιο] τὸ ἀποπνεῦσαι· καὶ διαλεγόμενος γὰρ B= τελευτᾷ.

503. * ὀφθαλμοὺς ῥῖνάς τε] ὄψιν καὶ ἀναπνοήν.

504. ἕλκε —ποτὶ δὲ φρένες 〈αὐτῷ ἕποντο〉] “ἕλκε” “ποτί” A+ “ἔχοντο·” οὕτω γραπτέον τὰ τρία.

ποτὶ δὲ φρένες αὐτῷ ἕποντο] τὰς σωματικὰς λέγει φρένας· κατʼ B= ἐκεῖνο γὰρ καὶ γέγονεν ἡ πληγή. τῷ δόρατί φησιν 〈ἐξ〉ελκομένῳ οἱ ὑμένες ἐνείχοντο τοῦ διαφράγματος.

507. λίπον ἅρματα] “λίπεν” διὰ τοῦ ε· τὸ γὰρ ἑξῆς ἐστιν, A+B= ἐπειδὴ τὰ ἅρματα ἐλείφθησαν τῶν ἀνάκτων, ὅ ἐστιν ἠρημώθησαν τῶν δεσποτῶν.

508. ἀίοντι] παρατατικῇ φωνῇ ἀντὶ συντελικῆς, ἀντὶ τοῦ ἀκούσαντι.

A~ B=