Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ξὺν διπλοῖσιν ἐμβρύοις
- τρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ
- πλουτόχθων ἑρμαίαν
- δαιμόνων δόσιν τίοι.
- ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον,
- οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναται
- πότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοις
- τοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπων
- φανερῶς τελέως διαπράσσουσιν,
- τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύων
- βίον ἀμβλωπὸν παρέχουσαι.
- ἀνδροκμῆτας δʼ ἀώρ-
- ους ἀπεννέπω τύχας,
- νεανίδων τʼ ἐπηράτων
- ἀνδροτυχεῖς βιότους
- δότε, κύριʼ ἔχοντες,
- θεαί τʼ ὦ Μοῖραι
- ματροκασιγνῆται,
- δαίμονες ὀρθονόμοι,
- παντὶ δόμῳ μετάκοινοι,