GetPassage urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:945-964 urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:945-964
ξὺν διπλοῖσιν ἐμβρύοιςτρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ πλουτόχθων ἑρμαίανδαιμόνων δόσιν τίοι.
Ἀθηνᾶἦ τάδʼ ἀκούετε, πόλεως φρούριον,οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναταιπότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοιςτοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπωνφανερῶς τελέως διαπράσσουσιν,τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύωνβίον ἀμβλωπὸν παρέχουσαι.
Χορόςἀνδροκμῆτας δʼ ἀώρ-ους ἀπεννέπω τύχας,νεανίδων τʼ ἐπηράτωνἀνδροτυχεῖς βιότουςδότε, κύριʼ ἔχοντες,θεαί τʼ ὦ Μοῖραιματροκασιγνῆται,δαίμονες ὀρθονόμοι,παντὶ δόμῳ μετάκοινοι,