Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἐπισσύτους βίου τύχας ὀνησίμους
- γαίας ἐξαμβρῦσαι
- φαιδρὸν ἁλίου σέλας.
- τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις
- πράσσω, μεγάλας καὶ δυσαρέστους
- δαίμονας αὐτοῦ κατανασσαμένη.
- πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους
- ἔλαχον διέπειν.
- ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων
- οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου.
- τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν
- πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος
- καὶ μέγα φωνοῦντʼ
- ἐχθραῖς ὀργαῖς ἀμαθύνει.
- δενδροπήμων δὲ μὴ πνέοι βλάβα,
- τὰν ἐμὰν χάριν λέγω·
- φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸ
- μὴ περᾶν ὅρον τόπων,
- μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος,
- μῆλά τʼ εὐθενοῦντα γᾶ