Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. παντὶ χρόνῳ δʼ ἐπιβριθεῖς
  2. ἐνδίκοις ὁμιλίαις,
  3. πάντᾳ τιμιώταται θεῶν.
Ἀθηνᾶ
  1. τάδε τοι χώρᾳ τἠμῇ προφρόνως
  2. ἐπικραινομένων
  3. γάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς,
  4. ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷ
  5. πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας·
  6. ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος·
  7. νικᾷ δʼ ἀγαθῶν
  8. ἔρις ἡμετέρα διὰ παντός.
Χορός
  1. τὰν δʼ ἄπληστον κακῶν
  2. μήποτʼ ἐν πόλει στάσιν
  3. τᾷδʼ ἐπεύχομαι βρέμειν.
  4. μηδὲ πιοῦσα κόνις
  5. μέλαν αἷμα πολιτᾶν
  6. διʼ ὀργὰν ποινᾶς
  7. ἀντιφόνους ἄτας
  8. ἁρπαλίσαι πόλεως.
  9. χάρματα δʼ ἀντιδιδοῖεν