Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,
- βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός·
- ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.
- Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,
- φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον
- πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;
- οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν
- διοσδότοις σκήπτροισι τιμαλφούμενον,
- καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις
- τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,
- ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι
- ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.
- ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα
- τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,
- δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι
- φᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονι
- κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.
- ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος
- τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.
- ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,