Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- νεκροῖσί νυν πέπισθι μητέρα κτανών.
- δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.
- πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.
- ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν.
- τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ.
- τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;
- οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.
- ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
- πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε,
- ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον;
- ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι,
- Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον.
- δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα.
- ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ
- δοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω.
- λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγαν
- θεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι.
- οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις,
- οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι,
- ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ.