Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
- πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ·
- αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον.
- πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις;
- ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι.
- ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν,
- πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος
- καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος·
- ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις
- ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις.
- τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ
- οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω
- στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει.
- πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα·
- τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι
- ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός;
- ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις;
- ποία δὲ χέρνιψ φρατέρων προσδέξεται;
- καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ.
- οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου