GetPassage urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:619-638 urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:619-638
τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν,βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός·ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον.ΧορόςΖεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε,φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνονπράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν;Ἀπόλλωνοὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖνδιοσδότοις σκήπτροισι τιμαλφούμενον,καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοιςτόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος,ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοιψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι.ἀπὸ στρατείας γάρ νιν ἠμποληκότατὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη,δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματιφᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονικόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ.ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόροςτοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν.ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς,