Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·
  2. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα
  3. κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·
  4. Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,
  5. ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,
  6. λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·
  7. Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος
  8. καλοῦσα καὶ τέλειον ὕψιστον Δία,
  9. ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.
  10. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ
  11. ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,
  12. ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.
  13. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
Πυθιάς
  1. ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,
  2. πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,
  3. ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,
  4. τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·
  5. δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.
  6. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·
  7. ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ