GetPassage urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:21-40 urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:21-40
Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρακοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτοςκαλοῦσα καὶ τέλειον ὕψιστον Δία,ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές,ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται.μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.Πυθιάςἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν,πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου,ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν,τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν·δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν·ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ