Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἕδραν ἔχοντα προστρόπαιον, αἵματι
- στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος
- ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον,
- λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον,
- ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ.
- πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος
- εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος.
- οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω,
- οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις.
- εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας
- δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν
- αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι·
- ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν·
- ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα·
- καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα
- φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας.
- τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας
- οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος
- τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον.
- τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων