Eumenides
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·
- φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.
- (ὡ̓γμός.)
- ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;
- τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;
- (ὡ̓γμός.)
- ὕπνος πόνος τε κύριοι συνωμόται
- δεινῆς δρακαίνης ἐξεκήραναν μένος.
- (μ̔υγμὸς διπλοῦς ὀξύς.)
- λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
- ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ
- κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.
- τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,
- μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.
- ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·
- τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.
- σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,
- ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,
- ἕπου, μάραινε δευτέροις διώγμασιν.
- ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.