Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
  2. κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
  3. ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
  4. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
  5. ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν.
  6. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
  7. χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα,
  8. καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς
  9. ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
  10. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
  11. ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
  12. καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
  13. ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
  14. ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
  15. ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί.
  16. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.
Χορός
  1. (μ̔υγμός.)
Κλυταιμήστρας Εἴδωλον
  1. μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω·
  2. φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.
Χορός
  1. (μ̔υγμός.)