Eumenides

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον,
  2. ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.
Χορός
  1. ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,—
  2. ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,—
  3. ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι,
  4. ἄφερτον κακόν·
  5. ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.—
  6. ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.
Χορός
  1. ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,—
  2. νέος δὲ γραίας δαίμονας καθιππάσω,—
  3. τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ
  4. τοκεῦσιν πικρόν·
  5. τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.—
  6. τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;
Χορός
  1. ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸν
  2. ἔτυψεν δίκαν διφρηλάτου
  3. μεσολαβεῖ κέντρῳ
  4. ὑπὸ φρένας, ὑπὸ λοβόν.—
  5. πάρεστι μαστίκτορος δαΐου δαμίου
  6. βαρὺ τὸ περίβαρυ κρύος ἔχειν.