GetPassage urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:121-140 urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2:121-140
ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος·φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.Χορός(ὡ̓γμός.)Κλυταιμήστρας Εἴδωλονᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος;τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;Χορός(ὡ̓γμός.)Κλυταιμήστρας Εἴδωλονὕπνος πόνος τε κύριοι συνωμόταιδεινῆς δρακαίνης ἐξεκήραναν μένος.Χορός(μ̔υγμὸς διπλοῦς ὀξύς.)λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.Κλυταιμήστρας Εἴδωλονὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερκύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου.τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος,μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ.ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν·τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται.σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ,ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί,ἕπου, μάραινε δευτέροις διώγμασιν.Χορόςἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ.