Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι
  2. αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
  3. ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;
  4. πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
  5. κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
  6. πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
  1. τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
  2. ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
Προμηθεύς
  1. τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
  2. σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ.
Ἑρμῆς
  1. κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
  2. ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
Προμηθεύς
  1. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ἑρμῆς
  1. χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
Προμηθεύς
  1. χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
  2. ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.
Ἑρμῆς
  1. ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθεύς
  1. ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
  2. ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως.
Ἑρμῆς
  1. κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον.