GetPassage urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:958-977 urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:958-977
τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαιαἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲκέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.Ἑρμῆςτοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασινἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.Προμηθεύςτῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ.Ἑρμῆςκρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.Προμηθεύςοὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.Ἑρμῆςχλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.Προμηθεύςχλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.Ἑρμῆςἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;Προμηθεύςἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως.Ἑρμῆςκλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον.