Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆς
  1. εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθεύς
  1. ὤμοι.
Ἑρμῆς
  1. ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
Προμηθεύς
  1. ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος.
Ἑρμῆς
  1. καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύς
  1. σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην.
Ἑρμῆς
  1. ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
Προμηθεύς
  1. καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν.
Ἑρμῆς
  1. ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με.
Προμηθεύς
  1. οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος
  2. εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
  3. οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳ
  4. προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
  5. πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
  6. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
  7. λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
  8. χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
  9. γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι
  10. πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.