Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
- δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
- ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
- ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
- τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
- πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
- σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
- τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροις
- πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
- πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμους
- αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
- καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
- ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς
- ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτι
- Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
- σεμνόστομός γε καὶ φρονήματος πλέως
- ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
- νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
- ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ
- δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;