Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
  2. παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
  3. ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,
  4. ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
  5. ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·
  6. τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
  7. γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
  8. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,
  9. πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.
  10. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
  11. πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
  12. τραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.
  13. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
  14. ἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.
  15. σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.
  16. ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτι
  17. γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
  1. ζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖς
  2. τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
  3. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.