Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
- πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
- πολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
- ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
- ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
- αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
- δώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.
- τὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
- προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
- μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
- ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
- ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
- ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα
- θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
- οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι
- τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
- ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς
- ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
- τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
- ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας