Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτην
  2. χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
  3. σήμαινʼ ὅ τι χρή σοι συμπράσσειν·
  4. οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦ
  5. φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
  1. ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
  2. ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
  3. ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
  4. αὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτορα
  5. ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
  6. ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
  7. δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
  8. τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
  9. οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
  1. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
  2. θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
  3. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
  4. νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
  5. εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
  6. ῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρω