GetPassage urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:315-334 urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2:315-334
θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλονπαρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες,ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε·τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρουγλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς,πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις.οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳπρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτιτραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ.καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαιἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων.σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει.ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτιγλώσσῃ ματαίᾳ ζημία προστρίβεται;Προμηθεύςζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖςτούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.