Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ
- ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,
- ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
- ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
- ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
- ὑπαντιάζειν παιδί μου πειράσομαι.
- οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.
- ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
- λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
- εὖθʼ ὁ γηραιὸς
- πανταρκὴς ἀκάκας
- ἄμαχος βασιλεὺς
- ἰσόθεος Δαρεῖος ἆρχε χώρας.
- πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-
- φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα
- πάντʼ ἐπηύθυνε,
- νόστοι δʼ ἐκ πολέμων
- ἀπόνους ἀπαθεῖς
- ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.
- ὅσσας δʼ εἷλε πόλεις πόρον