GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:845-864 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:845-864
ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει,ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματιἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμωνὑπαντιάζειν παιδί μου πειράσομαι.οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.
Χορόςὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,εὖθʼ ὁ γηραιὸςπανταρκὴς ἀκάκαςἄμαχος βασιλεὺςἰσόθεος Δαρεῖος ἆρχε χώρας.
Χορόςπρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε-φαινόμεθʼ, ἠδὲ νομίσματα πύργιναπάντʼ ἐπηύθυνε,νόστοι δʼ ἐκ πολέμωνἀπόνους ἀπαθεῖςἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.
Χορόςὅσσας δʼ εἷλε πόλεις πόρον