Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- οὐ διαβὰς Ἅλυος ποταμοῖο,
- οὐδʼ ἀφʼ ἑστίας συθείς,
- οἷαι Στρυμονίου πελά-
- γους Ἀχελωίδες εἰσὶ πάροικοι
- Θρῃκίων ἐπαύλων,
- λίμνας τʼ ἔκτοθεν αἳ κατὰ
- χέρσον ἐληλαμέναι πέρι πύργον
- τοῦδʼ ἄνακτος ἄιον,
- Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν
- εὐχόμεναι, μυχία τε Προποντίς,
- καὶ στόμωμα Πόντου·
- νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ
- ἅλιον περίκλυστοι
- τᾷδε γᾷ προσήμεναι
- οἵα Λέσβος ἐλαι-
- όφυτός τε Σάμος, Χίος
- ἠδὲ Πάρος, Νάξος, Μύκο-
- νος, Τήνῳ τε συνάπτουσʼ
- Ἀνδρος ἀγχιγείτων,
- καὶ τὰς ἀγχιάλους