Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὑπερφρονήσας τὸν παρόντα δαίμονα
- ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
- Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
- φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
- πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,
- πινύσκετʼ εὐλόγοισι νουθετήμασιν,
- λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει.
- σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
- ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
- λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ
- κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι
- στημορραγοῦσι ποικίλων ἐσθημάτων.
- ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις·
- μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
- ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
- ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως
- ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν,
- ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
- ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι
- ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα.