Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην.
- ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα
- ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,
- βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·
- τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
- τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων
- χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
- ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
- φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,
- βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,
- τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
- λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
- ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
- ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·
- τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
- ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
- ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,
- ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
- ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
- Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ