Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Χορός
  1. βασίλεια γύναι, πρέσβος Πέρσαις,
  2. σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
  3. ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα
  4. φθιμένων πομποὺς
  5. εὔφρονας εἶναι κατὰ γαίας.
  6. ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
  7. Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,
  8. πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·
  9. εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
  10. μόνος ἂν θνητῶν πέρας εἴποι.
Χορός
  1. ἦ ῥʼ ἀίει μου μακαρίτας
  2. ἰσοδαίμων βασιλεὺς
  3. βάρβαρʼ ἀσαφηνῆ
  4. ἱέντος τὰ παναίολʼ αἰ-
  5. ανῆ δύσθροα βάγματʼ, ἢ
  6. παντάλανʼ ἄχη διαβοάσω;
  7. νέρθεν ἆρα κλύει μου;
Χορός
  1. ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι
  2. χθονίων ἁγεμόνες