Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- δυρόμενοι γέροντες
- τὸ πᾶν δὴ κλύουσιν ἄλγος.
- τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴν
- οὐκέτι περσονομοῦνται,
- οὐδʼ ἔτι δασμοφοροῦσιν
- δεσποσύνοισιν ἀνάγκαις,
- οὐδʼ ἐς γᾶν προπίτνοντες
- ἅζονται· βασιλεία
- γὰρ διόλωλεν ἰσχύς.
- οὐδʼ ἔτι γλῶσσα βροτοῖσιν
- ἐν φυλακαῖς· λέλυται γὰρ
- λαὸς ἐλεύθερα βάζειν,
- ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.
- αἱμαχθεῖσα δʼ ἄρουραν
- Αἴαντος περικλύστα
- νᾶσος ἔχει τὰ Περσᾶν.
- φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,
- ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων
- κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ·
- ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι