GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:602-621 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:602-621
τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην.ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέαἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν,βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτωνχλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλινἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰςφέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,ἀκήρατόν τε μητρὸς ἀγρίας ἄποποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίονξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρωνὕμνους ἐπευφημεῖτε, τόν τε δαίμοναΔαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ