GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:582-601 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:582-601
δυρόμενοι γέροντεςτὸ πᾶν δὴ κλύουσιν ἄλγος.
Χορόςτοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴνοὐκέτι περσονομοῦνται,οὐδʼ ἔτι δασμοφοροῦσινδεσποσύνοισιν ἀνάγκαις,οὐδʼ ἐς γᾶν προπίτνοντεςἅζονται· βασιλείαγὰρ διόλωλεν ἰσχύς.
Χορόςοὐδʼ ἔτι γλῶσσα βροτοῖσινἐν φυλακαῖς· λέλυται γὰρλαὸς ἐλεύθερα βάζειν,ὡς ἐλύθη ζυγὸν ἀλκᾶς.αἱμαχθεῖσα δʼ ἄρουρανΑἴαντος περικλύστανᾶσος ἔχει τὰ Περσᾶν.
Ἄτοσσαφίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ,ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδωνκακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ·ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι