Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- νᾶες πανωλέθροισιν ἐμβολαῖς,
- αἵ τʼ Ἰαόνων χέρες.
- τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ
- αὐτὸν εἰσακούομεν
- Θρῄκης ἂμ πεδιήρεις
- δυσχίμους τε κελεύθους.
- τοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ,
- λειφθέντες πρὸς ἀνάγκας, ἠέ,
- ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ,
- σύρονται· στένε καὶ δακνά-
- ζου, βαρὺ δʼ ἀμβόασον
- οὐράνιʼ ἄχη, ὀᾶ·
- τεῖνε δὲ δυσβάυκτον
- βοᾶτιν τάλαιναν αὐδάν.
- γναπτόμενοι δὲ δίνᾳ, φεῦ,
- σκύλλονται πρὸς ἀναύδων, ἠέ,
- παίδων τᾶς ἀμιάντου, ὀᾶ.
- πενθεῖ δʼ ἄνδρα δόμος στερη-
- θείς τοκέες τʼ ἄπαιδες
- δαιμόνιʼ ἄχη, ὀᾶ,