Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- δᾴοις, ὡς πάντα παγκάκως
- ἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.
- ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν.
- φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
- στυγναί γʼ Ἀθᾶναι δᾴοις·
- μεμνῆσθαί τοι πάρα
- ὡς πολλὰς Περσίδων μάταν
- ἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους.
- σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
- κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
- τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη.
- ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
- θεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθος
- λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.
- τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
- τῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳ
- ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;
- Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
- ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
- καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.