Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
  2. στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν.
  3. χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
  4. πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο·
  5. Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
  6. θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
  7. Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,
  8. οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
  9. δινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα·
  10. πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
  11. Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος
  12. Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
  13. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
  14. ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
  15. πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
  16. ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
  17. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
  18. σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
  19. Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
  20. νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι