GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:282-301 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:282-301
δᾴοις, ὡς πάντα παγκάκωςἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.Ἄγγελοςὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν.φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
Χορόςστυγναί γʼ Ἀθᾶναι δᾴοις·μεμνῆσθαί τοι πάραὡς πολλὰς Περσίδων μάτανἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους.
Ἄτοσσασιγῶ πάλαι δύστηνος ἐκπεπληγμένηκακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰτὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη.ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρεινθεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθοςλέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεντῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;ἌγγελοςΞέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.Ἄτοσσαἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγακαὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.