Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ἦ μακροβίοτος
- ὅδε γέ τις αἰὼν ἐφάνθη
- γεραιοῖς, ἀκούειν
- τόδε πῆμʼ ἄελπτον.
- καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων,
- Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.
- ὀτοτοτοῖ, μάταν
- τὰ πολλὰ βέλεα παμμιγῆ
- γᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ-
- αν ἐφʼ Ἑλλάδα χώραν.
- πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων
- Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
- ὀτοτοτοῖ, φίλων
- ἁλίδονα μέλεα πολυβαφῆ
- κατθανόντα λέγεις φέρε-
- σθαι πλάγκτʼ ἐν διπλάκεσσιν.
- οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτο
- στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς
- ἴυζʼ ἄποτμον Πέρσαις
- δυσαιανῆ βοὰν