Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἀντίδουπον ᾄσεται,
  2. ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-
  3. θὴς ὅμιλος ἀπύων,
  4. βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.
Χορός
  1. πᾶς γὰρ ἱππηλάτας
  2. καὶ πεδοστιβὴς λεὼς
  3. σμῆνος ὣς ἐκλέλοιπεν μελισ-
  4. σᾶν σὺν ὀρχάμῳ στρατοῦ,
  5. τὸν ἀμφίζευκτον ἐξαμείψας
  6. ἀμφοτέρας ἅλιον
  7. πρῶνα κοινὸν αἴας.
Χορός
  1. λέκτρα δʼ ἀνδρῶν πόθῳ
  2. πίμπλαται δακρύμασιν·
  3. Περσίδες δʼ ἁβροπενθεῖς ἑκά-
  4. στα πόθῳ φιλάνορι
  5. τὸν αἰχμάεντα θοῦρον εὐνα-
  6. τῆρʼ ἀποπεμψαμένα
  7. λείπεται μονόζυξ.
Χορός
  1. ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι
  2. στέγος ἀρχαῖον,