Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ο θαλάσσας πολιαι-
- νομένας πνεύματι λάβρῳ
- ἐσορᾶν πόντιον ἄλσος,
- πίσυνοι λεπτοδόμοις πεί-
- σμασι λα-
- οπόροις τε μαχαναῖς.
- δολόμητιν δʼ ἀπάταν θεοῦ
- τίς ἀνὴρ θνατὸς ἀλύξει;
- τίς ὁ κραιπνῷ ποδὶ πήδη-
- μα τόδʼ εὐπετῶς ἀνᾴσσων;
- φιλόφρων γὰρ παρασαίνει
- βροτὸν εἰς ἄρκυας Ἄτα,
- τόθεν οὐκ ἔστιν ὕπερθέν
- νιν ἄνατον ἐξαλύξαι.
- ταῦτά μοι μελαγχίτων
- φρὴν ἀμύσσεται φόβῳ,
- ὀᾶ, Περσικοῦ στρατεύματος
- τοῦδε, μὴ πόλις πύθη-
- ται κένανδρον μέγʼ ἄστυ Σουσίδος,
- καὶ τὸ Κισσίων πόλισμʼ