Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. φροντίδα κεδνὴν καὶ βαθύβουλον
  2. θώμεθα, χρεία δὲ προσήκει,
  3. πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς
  4. Δαρειογενής,
  5. τὸ πατρωνύμιον γένος ἡμέτερον·
  6. πότερον τόξου ῥῦμα τὸ νικῶν,
  7. ἢ δορικράνου
  8. λόγχης ἰσχὺς κεκράτηκεν.
  9. ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς
  10. φάος ὁρμᾶται μήτηρ βασιλέως,
  11. βασίλεια δʼ ἐμή· προσπίτνω·
  12. καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν
  13. πάντας μύθοισι προσαυδᾶν.
Χορός
  1. ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη,
  2. μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι·
  3. θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς,
  4. εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
Ἄτοσσα
  1. ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους
  2. καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον.
  3. κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ