GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:121-141 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:121-141
ἀντίδουπον ᾄσεται,ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη-θὴς ὅμιλος ἀπύων,βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.
Χορόςπᾶς γὰρ ἱππηλάταςκαὶ πεδοστιβὴς λεὼςσμῆνος ὣς ἐκλέλοιπεν μελισ-σᾶν σὺν ὀρχάμῳ στρατοῦ,τὸν ἀμφίζευκτον ἐξαμείψαςἀμφοτέρας ἅλιονπρῶνα κοινὸν αἴας.
Χορόςλέκτρα δʼ ἀνδρῶν πόθῳπίμπλαται δακρύμασιν·Περσίδες δʼ ἁβροπενθεῖς ἑκά-στα πόθῳ φιλάνοριτὸν αἰχμάεντα θοῦρον εὐνα-τῆρʼ ἀποπεμψαμέναλείπεται μονόζυξ.
Χορόςἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοιστέγος ἀρχαῖον,