Europa

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου
  2. αὐτοκασιγνήτῳ· τοὶ δ’ ἀμφί μιν ἠγερέθοντο
  3. Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
  4. κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
  5. ἣ δ’ ἄρ’ ἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
  6. τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δ’ ἄλλῃ
  7. εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
  8. δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
  9. κολπώθη δ’ ὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
  10. ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.
  11. ἣ δ’ ὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
  12. φαίνετο δ’ οὔτ’ ἀκτή τις ἁλίρροθος οὔτ’ ὄρος αἰπύ,
  13. ἀλλ’ ἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
  14. ἀμφί ἑ παπτήνασα τόσην ἀνενείκατο φωνήν·
  15. πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
  16. ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
  17. δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
  18. ὠκυάλοις, ταῦροι δ’ ἁλίην τρομέουσιν ἀταρπόν.
  19. ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετ’ ἐδωδή;
  20. ἦ ἄρα τις θεός ἐσσι· θεοῖς γ’ ἐπεοικότα ῥέζεις.